Правило 76
About the disobedient decision of the church court, the condemned and deposed Bishop Ekiti, and the need for the delegates of the council to take all measures to expel him, so that he would stop disturbing the peace of the church.
I also believe that the case of Ekitius, who has long been deservedly condemned by the decision of the bishops, should not be left aside by the embassy: if our brother finds him in those parts, let him take care that for the sake of church order, as it should and where possible, act against him.
Greek original
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τοῦ Αἰκυτίου ἔτι μήν, τοῦ ἔκπαλαι κατὰ τὴν ἰδίαν ἀξίαν τῇ τῶν ἐπισκόπων γνώμῃ καταδικασθέντος, τὸ πρᾶγμα οὐκ οἷμαι παρεατέον τῇ πρεσβείᾳ, ἵνα, ἐὰν τυχὸν τοῦτον εὕρῃ ἐν ἐκείνοις τοῖς μέρεσιν, ἔστω πρὸς φροντίδος τῷ αὐτῷ ἡμῶν ἀδελφῷ, ὑπὲρ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ὡς χρή, καὶ ὅπου ἐξὸν εἴη, κατ᾽ ἐκείνου διαπράξασθαι. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πολὺ ἀρέσκει καὶ αὕτη ἡ ἐξακολούθησις· μάλιστα, ὅτι ἔκπαλαι καταδεδίκασται ὁ αὐτὸς Αἰκύτιος, καὶ ἡ τούτου ἀναίσχυντος ἀνησυχία, ὑπὲρ τῆς καταστάσεως καὶ σωτηρίας τῆς ἐκκλησίας μᾶλλον καὶ μᾶλλον πανταχοῦ καταμαχητέα ἐστί· καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπός τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.[1]
Parallel canons
Ап.28IВс.5IIВс.6IVВс.9Антиох.121415Карф.29627893