ORTHODOX HOUSE
⛪ All churches
Sign in
☦ Today Monday, July 27 / July 14 (old style) 🍽 Fast-free day Gregorian calendar ⇄
Greatmartyr and Healer Panteleimon

Правило 18

On the invalidity of clergy ordinations performed by illegal bishops.
Since we must be peaceful and patient and have sufficient compassion for everyone, we should not henceforth accept those whom some of our brothers once promoted to the church clergy, if those promoted do not wish to return to those churches to which they were ordained. Let Eutychian not claim the name of bishop for himself, and let Musius not be considered a bishop. If they ask for fellowship in the rank of laity, they should not be refused.
Greek original
Γαυδέντιος ἐπίσκοπος εἶπεν· Οἶδας, ἀδελφέ Ἀέτιε, ὡς τὸ τηνικαῦτά ποτε κατασταθέντος σου ἐπισκόπου, ἡ εἰρήνη λοιπὸν ἐβράβευσεν· ἵνα μή τινα λείψανα διχονοίας περὶ τῶν ἐκκλησιαστικῶν ἐναπομείνῃ, ἔδοξε καὶ τοὺς παρὰ Μουσαίου κατασταθέντας, καὶ τοὺς παρὰ Εὐτυχιανοῦ, ἐπειδὴ αὐτῶν οὐδεμία αἰτία εὑρίσκοιτο, πάντας ὑποδεχθῆναι.

Ὅσιος ἐπίσκοπος εἶπεν· Τῆς ἐμῆς μετριότητος ἡ ἀπόφασίς ἐστιν αὕτη· Ἐπειδὴ ἥσυχοι καὶ ὑπομονητικοὶ ὀφείλομεν εἶναι, καὶ διαρκῆ τὸν πρὸς πάντας ἔχειν οἶκτον, ἅπαξ τοὺς εἰς κλῆρον ἐκκλησιαστικὸν προαχθέντας ὑπό τινων ἀδελφῶν ἡμῶν, ἐὰν μὴ βούλοιντο ἐπανέρχεσθαι εἰς ἃς κατωνομάσθησαν ἐκκλησίας, τοῦ λοιποῦ μὴ ὑποδέχεσθαι· Εὐτυχιανὸν δὲ μήτε ἐπισκόπου ἑαυτῷ διεκδικεῖν ὄνομα· ἀλλ᾽ οὐδὲ Μουσαῖον ὡς ἐπίσκοπον νομίζεσθαι· εἰ δὲ λαϊκὴν κοινωνίαν ἀπαιτοῖεν, μὴ χρῆναι αὐτοῖς ἀρνεῖσθαι. Πάντες εἶπον· Ἀρέσκει.[1]
Parallel canons
IIВс.4Сард.19
🔑Sign in 📖Prayer Book 🕊Live Prayer 📨Submit news 👥Friends 💬Groups My parish 🕯Virtual church 🙏Prayers by agreement 🗓Calendar ✏️Catechesis 🔔Notifications My subscriptions 🛍Store 💬Support